.
.
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω;ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποία ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφὴν σου, σὺν τῇ ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι
ΚείμενοΕπεξήγησηΕτυμ. ΡίζαΠροέλευση
θάνατονθάνατος
μεγαλύνωμεγαλώνω
σοιστους/στις, τους/τις
ΚείμενοΕπεξήγησηΕτυμ. ΡίζαΠροέλ.
θάνατονθάνατος
μεγαλύνωμεγαλώνω
σοιστους/στις, τους/τις
Σε τον αναβαλλόμενον

Ποντιακός Στίχος - Pontian Lyrics 2026

Επικοινωνία: infoDUMMY@pontianlyrics.gr

Με την ευγενική χορηγία φιλοξενίας της IpHost